Η ακόλουθη προσευχή μπορεί να διαβαστεί με πίστη και ταπείνωση από κάθε πιστό που ζητά τη βοήθεια και τη μεσιτεία του Αγίου Φανουρίου.
Εὐχή εἰς τὸν Ἁγιο Μεγαλομάρτυρα Φανούριο
Ἰσιδώρας Μοναχῆς
Δέσποτα Κύριε Ἰησοῦ ὁ Θεὸς ἡμῶν, ὁ τοῦ φωτὸς ποιητὴς καὶ χορηγὸς, ἡ πηγὴ τῆς σοφίας καὶ τῆς γνώσεως, παντός τε ἀγαθοῦ αἴτιος· τὸ τῆς χρηστότητος πλήρωμα καὶ τῆς εὐσπλαγχνίας ἀνεξιχνίαστον πέλαγος· ὁ ποιῶν ἐξαίσια καὶ ἐνεργῶν θαυμαστὰ ἐν τοῖς Ἁγίοις Σου, δι᾿ ὧν δοξάζηται τὸ Ὄνομά Σου τὸ μεγαλοπρεπὲς καὶ πανάγιον· ὁ φανερῶν ἡμῖν ὁδοὺς σωτηρίας, διὰ τῆς ἐπιγνώσεως τῶν ἁγίων ἐντολῶν Σου, Ἀγαθὲ, καὶ καταυγάζων τὰς ψυχὰς ἡμῶν τῷ ἱλαρῷ φωτί Σου καὶ ἀνεσπέρῳ· ὁ θαυμαστῶν τὴν χάριν Σου διὰ πάντων τῶν Ἁγίων Σου, τῶν ἐκλεκτῶν καὶ πιστῶν ταύτης οἰκονόμων, παντὶ τῷ ἐπικαλουμένῳ αὐτοὺς, ἐν ὅλῃ καρδίᾳ· ὁ διὰ τῆς παντουργικῆς Σου δυνάμεως ἐνεργῶν τεράστια ἡμῖν καὶ παράδοξα, ὧν οὐκ ἐστὶν ἀριθμός· ὁ διὰ τοῦ Ἁγίου Σου Μεγαλομάρτυρος Φανουρίου τοῦ Νεοφανούς, ἀποκαλύπτων τὰ κεκρυμένα ἡμῖν καὶ φανερῶν αὐτὰ ἐν τάχει· ὁ διδάσκων ἡμᾶς τὸ αἰτεῖν πιστῶς ἐν ταπεινώσει, ἵνα πλουσίως δώῃς, ὡς φύσει εὔσπλαγχνος καὶ πολυέλεος· ὁ θέλων δὲ πάντας σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν· ὁ εἰπὼν ὅτι ἐγώ εἰμὶ ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή.
Αὐτὸς καὶ νῦν, Πανάγαθε Βασιλεῦ καὶ Κύριε τῶν ἁπάντων, ὑπὸ τοῦ Ἁγίου Σου τούτου Μεγαλομάρτυρος Φανουρίου τοῦ θαυματουργοῦ δυσωπούμενος, ἔπιδε ἐφ᾿ ἡμᾶς τοὺς εὐλαβῶς αὐτὸν τιμῶντας καὶ πρέσβυν αὐτὸν πρὸς Σὲ δυνατὸν προβαλλομένους· καὶ δὸς ἡμῖν τὸν φωτισμὸν τῆς χάριτός Σου· ἀξίωσον ἡμᾶς πορεύεσθαι ἐν τῇ τρίβῳ τῶν ἐντολῶν Σου, τοῦ ἐπιγνῶναι τὸ θέλημά Σου τὸ ἀγαθὸν καὶ τέλειον· φανέρωσον ἡμῖν ὁδοὺς σωτηρίας· ὑπόδειξον ἡμῖν τρόπους μετανοίας, ἵνα ἐν τούτοις εὐαρεστήσωμέν Σοι, τὸ τῶν ψυχῶν ἡμῶν συμφέρον ἐργαζόμενοι· ἀποκάλυψον ἡμῖν τοὺς θησαυροὺς τῆς γνώσεώς Σου, ἵνα τούτους ζητοῦντες, Σοί προσπίπτωμεν ἐν πίστει, τῇ ἀενάῳ πηγῇ τῆς ζωῆς ἡμῶν· δίδαξον ἡμᾶς τὴν Σὴν ἀλήθειαν, τὴν δὲ καρδίαν ἡμῶν ποίησον σκήνωμα φωτεινὸν τοῦ Πνεύματός Σου τοῦ Ἁγίου καὶ δοχεῖον καθαρὸν τῆς χάριτός Σου· ἵνα σὺν πᾶσι τοῖς ἀπ᾿ αἰώνων Ἁγίοις Σου Σὲ δοξολογῶμεν, Φωτοδότα Κύριε, τὸν ἐν αὐτοῖς ἐνδοξαζόμενον καὶ Σοὶ τὴν τιμὴν καὶ τὴν προσκυνήσιν ἀναπέμπωμεν, σὺν τῷ ἀνάρχῳ Σου Πατρὶ καὶ τῷ Παναγίῳ καὶ Ἀγαθῷ καὶ ζωοποιῷ Σου Πνεύματι, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ευχή Φανουρόπιτας
Η ευχή της Φανουρόπιτας διαβάζεται όταν η πίτα προσφέρεται στον ναό για να ευλογηθεί. Η Φανουρόπιτα είναι νηστίσιμη και προσφέρεται προς τιμήν του Αγίου Φανουρίου, με πίστη και ευγνωμοσύνη.
«Κύριε Ἰησοῦ Χριστέ, ὁ οὐράνιος Ἄρτος, ὁ τῆς βρώσεως τῆς μενούσης εἰς τὸν αἰῶνα πλουσιοπάροχος χορηγός, ὁ δοτὴρ τῶν ἀγαθῶν, ὁ δι᾿ Ἠλιοὺ τοῦ Προφήτου τροφήν ἀγεώργητον πηγάσας, ἡ ἐλπὶς τῶν ἀπηλπισμένων, ἡ βοήθεια τῶν ἀβοηθήτων καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Εὐλόγησον τὰ δῶρα ταῦτα καὶ τοὺς ταῦτά Σοι προσκομίσαντας εἰς δόξαν Σὴν καὶ τιμὴν δὲ καὶ μνήμην τοῦ Ἁγίου ἐνδόξου Μεγαλομάρτυρος Φανουρίου.
Παράσχου δέ, Ἀγαθέ, τοῖς εὐτρεπίσασι τοὺς πλακοῦντας τούτους, πάντα τὰ ἐγκόσμια καὶ ὑπερκόσμια ἀγαθά Σου. Εὔφρανον αὐτοὺς ἐν χαρᾷ μετὰ τοῦ Προσώπου Σου. Δεῖξον αὐτοῖς ὁδοὺς πρὸς σωτηρίαν.
Τὰ αἰτήματα τῶν καρδιῶν αὐτῶν καὶ πᾶσαν τὴν βουλὴν αὐτῶν ταχέως πλήρωσον, ὁδηγῶν αὐτοὺς πρὸς ἐργασίαν τῶν ἐντολῶν Σου, ἵνα διαπαντὸς ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει ὑμνῶσι καὶ δοξάζωσι τὸ πάντιμον καὶ μεγαλοπρεπὲς Ὄνομά Σου, πρεσβείαις τῆς Ὑπερευλογημένης Θεοτόκου, τοῦ Ἁγίου Ἐνδόξου Νεομάρτυρος Φανουρίου τοῦ Θαυματουργοῦ καὶ πάντων Σου τῶν Ἁγίων. Ἀμήν».
Απολυτίκιον Αγίου Φανουρίου
Οὐράνιον ἐφύμνιον, ἐν γῇ τελεῖται λαμπρῶς, ἐπίγειον πανήγυριν νῦν ἑορτάζει φαιδρῶς, ἀγγέλων πολίτευμα· ἄνωθεν ὑμνῳδίαις εὐφημοῦσι τοὺς ἄθλους, κάτωθεν Ἐκκλησίᾳ τὴν οὐράνιον δόξαν· ἣν εὗρες πόνοις καὶ ἄθλοις τοῖς σοῖς Φανούριε ἔνδοξε.
ΕΚ ΤΗΣ ΙΕΡΑΣ ΜΟΝΗΣ