Προσευχή – Παράκληση στον Άγιο Παντελεήμονα


Όλοι οι ευσεβείς χριστιανοί τιμούμε και πανηγυρίζουμε στη μνήμη των Αγίων της Εκκλησίας μας. Προστρέχουμε στους ιερούς ναούς και προσευχόμαστε ικετευτικά να επιδαψιλεύσουν λίγη από τη χάρη τους στις ψυχές μας. Έτσι και στην εορτή του Ιαματικού Αγίου Παντελεήμονα προσευχόμαστε και παρακαλούμε με πίστη και αγάπη να θεραπεύσει την ψυχή και το σώμα από τις πολυποίκιλες ασθένειες.

 

Από τον Παρακλητικό Κανόνα του Αγίου αντλούμε ορισμένους λόγους προσευχής, για να πρυτανεύσει η ειρήνη μέσα μας και σε ολόκληρο τον κόσμο.  




 


Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Χάριν σὺ παρέχεις τοῖς πιστοῖς, ἀναργύρως μάρτυς παμμάκαρ, Παντελεήμων σοφέ, καὶ τῇ ἱκεσίᾳ σου διώκεις πνεύματα, καὶ τυφλοῖς τὴν ἀνάβλεψιν, ἔνδοξε βραβεύεις, ὡς θεράπων γνήσιος, τοῦ Παντεπόπτου Χριστοῦ· ὅθεν ἰατρὲ Ὀρθοδόξων, πάντας τοὺς πιστῶς σε ἀνυμνοῦντας, ῥῦσαι ἐκ παντοίας περιστάσεως.

 

(=Σοφέ Παντελεήμονα, σὺ παρέχεις Χάρη στους πιστούς δωρεάν και διώκεις με την ικεσία σου τα πνεύματα και δίνεις φως στους τυφλούς, ως γνήσιος θεραπευτής του Παντεπόπτου Χριστού. Γι’ αυτό το λόγο Ιατρέ των Ορθοδόξων, θεράπευσε όλους τους πιστούς που σε υμνούν από κάθε ασθένεια).

 

 

Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Δεῦτε οἱ Ὀρθόδοξοι, πνευματικῶν εὐφρανθῶμεν, δεῦτε τὸν Ἀνάργυρον πάντες καταστέψωμεν θείοις ᾄσμασι, πρὸς αὑτὸν λέγοντες∙ ὦ Παντελεήμων, ἰατρὲ νοσούντων ἄριστε, λιμὴν τε εὔδιε, τῶν χειμαζομένων τοῖς πταίσμασι, προφθάσας δὸς τὴν ἴασιν, πᾶσι τοῖς θερμῶς σοι προστρέχουσι, καὶ δεινῶν παντοίων, ἀπάλλαξον ἡμᾶς ταῖς σαῖς εὐχαῖς, καὶ εἰρηναίαν κατάστασιν, τῷ κόσμῳ πρυτάνευσον.

 

 

Μεγαλυνάρια τοῦ Ἁγίου

Τοὺς μετ’ εὐλαβείας τὴν ἱερὰν, εἰκόνα σου Μάρτυς, προσκυνοῦντας σαῖς ἱεραῖς, πρὸς Θεὸν πρεσβείαις, σῷζε δεινῶν παντοίων, Παντελεήμων θεῖε, ἰατρὲ μέγιστε.

 

Δόξῃ Ἀθλοφόρε, μαρτυρικῇ, παρεστὼς τῷ θρόνῳ, τοῦ Παντάνακτος καὶ Θεοῦ, μέμνησο τῶν πίστει, τὴν μνήμην σου τελούντων, Παντελεήμων θεῖε, ἰατρὲ ἄμισθε.

 

Ὡς ἀστὴρ ἀνέτειλας νοητός, ἄθλοις μαρτυρίου, ἀπαστράπτων καὶ τῶν παθῶν,  τὴν ἀχλὺν διώκων, Παντελεήμων μάρτυς, τῶν ἐπικαλουμένων σε μετὰ πίστεως.

 

Τοὺς ἀνευφημοῦντάς σε εὐλαβῶς, τοὺς λαμπροὺς ἀγῶνας καὶ τοὺς ἄθλους μάρτυς Χριστοῦ, τὴν τε θείαν μνήμην, τελοῦντας ἐτησίως, Παντελεήμων μάκαρ, σῷζε πρεσβείαις σου.

 

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

 

 

Ἀπολυτίκιον. Ἦχος γ’.

Ἀθλοφόρε Ἅγιε, καὶ ἰαματικὲ Παντελεῆμον, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.

 

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν 

καὶ τοῦ Ἁγίου Παντελεήμονος,

Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, 

ἐλέησον καὶ σῶσον ἡμᾶς.

Ἀμήν.




 

Ἐκ τῆς Ἱερᾶς Μονῆς