Κύριε ὁ Θεός ἡμῶν,
ὁ καιρούς καὶ χρόνους ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ θέμενος,
ὁ ἄναρχος καὶ ἀτελεύτητος καί ἐπέκεινα παντός χρόνου νοούμενός τε καί ὑπάρχων,
ὁ πάσης ἐκτός μεταβολῆς τε τῶν ὄντων καί ἀλλοιώσεως,
ὁ τόν πάντα χρόνον τόν τε γεγονότα τόν τε ὄντα καί τόν ἐσόμενον πληρῶν,
ὁ ἐν τῇ ἀφάτῳ σου μακροθυμία καταξιώσας ἡμᾶς εἰς νέον ἐνιαυτόν εἰσελθεῖν·
αὐτός, πανάγαθε Δέσποτα,
τήν εἴσοδον ταύτην τῇ θείᾳ σου χάριτι εὐλόγησον·
ὄμβρους εἰρηνικούς πρός καρποφορίαν τῇ γῇ δώρησαι·
τούς ἀέρας ὑγιεινούς καί εὐκράτους ἀνθρώποις τε καί κτήνεσι κατασκεύασον·
δός ἡμῖν ἐν εἰρήνη καί ὁμονοίᾳ βεβαίᾳ τόν κύκλον αὐτοῦ διελθεῖν,
τῷ στεφάνῳ τῆς δόξης τῶν ἀρετῶν κοσμούμενους,
τῷ φωτί τῶν ἐντολῶν σου εὐσχημόνως ὡς ἐν ἡμέρᾳ καλῶς ὁδεύοντας.
Τήν ἁγίαν ἡμῶν ἐκκλησίαν καλῶς διαφύλαξον.
Τήν νεότητα παιδαγώγησον,
τό γῆρας περικράτησον,
τούς ἐσκορπισμένους ἐπισυνάγαγε,
τούς πεπλανημένους ἐπανάγαγε καί σύναψον τῇ ἁγίᾳ σου ἐκκλησίᾳ.
Ἐλθέτω δή εφ’ ἡμᾶς ἡ βασιλείᾳ σου,
βασιλεία πάντων τῶν αἰώνων,
βασιλεία χρηστότητος,
δικαιοσύνης καί εἰρήνης,
καὶ ἀξίωσον ἡμᾶς ἐν ἑνί στόματι καί μιᾷ καρδίᾳ ὑμνεῖν σε καί δοξάζειν
τόν ἐν Τριάδι ἄναρχον Θεόν
εἰς τούς αίῶνας τῶν αἰώνων.
Ἀμήν.
(σέ νεοελληνική ἀπόδοση)
Κύριε ὁ Θεός ἡμῶν
Ἐσύ πού μέ τή δική Σου ἐξουσία, ἔθεσες τούς χρόνους καί τούς καιρούς,
Ἐσύ πού μέ τήν ἄπειρη εὐσπαλχνία καί ἀγαθότητά Σου,
μᾶς ἀξιώνεις, νά εἰσέλθουμε στό νέο χρόνο τῆς ἀγάπης σου,
εὐλόγησέ τον καί διαφύλαξέ μας σέ εἰρήνη στή διάρκειά του.
Συγχώρησε τά λάθη τοῦ χρόνου πού πέρασε
καί διατήρησέ μας τό νέο χρόνο καθαρούς.
Φώτισέ μας μέ τό φῶς τῶν θείων Σου ἐντολῶν καί τῆς ἀλήθειάς Σου.
Βάλε μέσα στίς ψυχές μας τό ἅγιό Σου θέλημα
καί ὁδήγησέ μας σέ κάθε καλό καί εὐάρεστο σέ Σένα ἔργο.
Τήν ἁγία μας Ἐκκλησία διαφύλαξέ την μέ τή Χάρη Σου.
Θυμήσου καί τό Ἔθνος μας, πού τόσο δοκιμάζεται.
Παιδαγώγησε τή νεότητα. Στήριξε τά γηρατειά.
Ἐπανάφερε αὐτούς πού ἔχουν διασκορπιστεῖ.
Αὐτούς πού ἔχουν πλανηθεῖ ἕνωσέ τους πάλι μέ τήν ἁγία Σου Ἐκκλησία.
Σκέπασε μέ τή δύναμή Σου τούς ἱεραποστόλους στά πέρατα τῆς γῆς.
Δώρησε στή γῆ καλό καιρό καί εὐφορία καρπῶν.
Λάλησε σωστά στίς καρδιές τῶν ἀρχόντων μας,
ἐνίσχυσε καί δυνάμωσε αὐτούς
καί τόν κατά γῆ, ἀέρα καί θάλασσα στρατό μας.
Ἄς ἔλθει σέ ἐμᾶς Κύριε, ἡ Βασιλεία Σου,
Βασιλεία ἀγάπης, καλωσύνης, εἰρήνης καί δικαιοσύνης.
Καί ἀξίωσέ μας,
μέ ἕνα στόμα καί μιά καρδιά νά ὑμνοῦμε καί νά δοξάζουμε
τό πάντιμον καί μεγαλοπρεπές ὄνομά Σου,
τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος,
νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.