«Μνήσθητι, Κύριε, πάντων τῶν κεκοιμημένων ἐπ᾽ ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου καί ἀνάπαυσον αὐτούς, ὁ Θεός, ὅπου ἐπισκοπεῖ τό φῶς τοῦ προσώπου Σου!»
Δέσποτα Κύριε ὁ Θεός, ὁ τῇ σοφίᾳ Σου κατασκευάσας αὐτόν καί θέμενος ἐν αὐτῷ πνοήν ζωῆς, καί εἰσαγαγών εἰς τόν κόσμον τοῦτον πολιτεύεσθαι ἐπ’ ἐλπίδι ζωῆς αἰωνίου, ἁμαρτήσαντα δὲ αὐτόν, θανάτου ἐπαγαγών καί διαλύσας, καί ἀποστρέφων, τήν δέ ψυχήν εἰς ἑαυτόν προσκαλούμενος· Αὐτός ἀνάπαυσον τήν ψυχήν τοῦ δούλου Σου (τοῦδε), ἐν τόπῳ φωτεινῷ, ἐν τόπῳ ἀναψύξεως, ἔνθα ἐπισκοπεῖ τὸ φῶς τοῦ προσώπου Σου Κύριε, ἐν κόλποις Ἀβραάμ καί Ἰσαάκ καί Ἰακώβ, μετά πάντων τῶν ἁγίων· καί εἴτι ἐπλημμέλησεν εἰς Σέ, ἐν πράξει ἤ λόγῳ ἤ κατά διάνοιαν, Αὐτός ὡς ἀγαθός καί φιλάνθρωπος Θεός, ἄνες, ἄφες, συγχώρησον, παριδών αὐτοῦ τε καί ἡμῶν τά ἀνομήματα· ἡμῶν δέ τά τέλη τῆς ζωῆς ἀνώδυνα καί ἀκαταίσχυντα καταξίωσον, ὅτε θέλεις καί ὅτε βούλῃ, μόνον ἄνευ αἰσχύνης καί παραπτωμάτων.
...Σύ γάρ εἶ ἡ ἀνάστασις τοῦ Σοῦ δούλου καί Σοί τήν δόξαν ἀναπέμπομεν, τῷ Πατρί καί τῷ Υἱῷ καί τῷ Ἁγίῳ Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Θεὸς τῶν πνευμάτων καί πάσης σαρκός, ὁ τῶν ὁρωμένων καὶ τῶν ἀοράτων ποιητής, ὁ κατά τήν ἀπόρρητόν Σου βουλήν ἑνώσας ψυχήν καί σῶμα, καί πάλιν κατά τό θέλημα τῆς Σῆς ἀγαθότητος διαλύων τό πλάσμα Σου, ὅ ἐποίησας, καί τόν μέν χοῦν, τῷ χοΐ ἀναλύων, τό δέ πνεῦμα πρός Αὐτόν προσκαλούμενος, καί κατατάσσων μοναῖς μέχρι τῆς ἀναστάσεως καί ἀποκαλύψεως τοῦ μονογενοῦς Σου Υἱοῦ· Αὐτός, Δέσποτα, ἀντιλαβοῦ τῆς ψυχῆς τοῦ δούλου Σου καί ἀναγαγών αὐτήν ἐκ τοῦ κοσμικοῦ σκότους καί τῆς ἐξουσίας τῶν ἀντικειμένων δυνάμεων ρυσάμενος· κατάταξον ἐν χώρῳ φωτεινῷ, ἐν χώρᾳ ζώντων, ὅθεν ἀπέδρα ὀδύνη, λύπη καί στεναγμός· συγχώρησαι αὐτῷ τά ἁμαρτήματα, συγγνώμην παρασχών τοῖς ἀνθρωπίνοις πλημμελήμασιν, ἐν δέ τῇ χάριτί Σου διαφυλάξας· μνήσθητι καί τῶν συνεληλυθότων τιμῆσαι τό ὁμοιοπαθές, καί λογῆσαι αὐτοῖς τόν κόπον καί τήν σπουδήν εἰς ἔργον δικαιοσύνης καί τῶν πενθούντων καί ἀδημονούντων μνήσθητι Κύριε, καί παρεκάλεσον αὐτῶν τήν καρδίαν, καί παραμυθησάμενος, ἐλέησον αὐτούς καί ἡμᾶς καί σῶσον ἐν τῇ ἐνδόξῳ Σου βασιλείᾳ.
Ὅτι πρέπει Σοί πᾶσα δόξα, τιμή καί κράτος καί μεγαλοπρέπεια, τῷ Πατρί καί τῷ Υἱῷ καί τῷ Ἁγίῳ Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν»!
Ἐκ τῆς Ἱερᾶς Μονῆς