Ἁγία τοῦ Χριστοῦ καὶ καλλίνικε μάρτυς Βαρβάρα, οὐκ ἐν ἐκείνῳ μόνον τῷ χώρῳ ἥ σοι δεδωρημένη καλλονή, καὶ χάρις ἰαματική περιγέγραπται, ἀλλά καί τοῖς πανταχῇ τῆς οἰκουμένης μετά θερμῆς σοι προσιοῦσι τῆς πίστεως, καὶ τὸ σὸν ἐτήσιον ἐκτελοῦσι μνημόσυνον, τά λοιμώδη θεραπεύεται τραύματα, καὶ πάσης ἡλικίας ἡ ἀηδής φυγαδεύεται σκῆψις καὶ ὄχλησις, ἐνέργειαί τε δαιμονιώδεις τοῖς σοῖς ἐμβριμήμασιν ἀπελαύνονται οὐ μὴν ἀλλά καὶ πάντων ἐκλυτροῦνται κινδύνων καὶ περιστάσεων, οἵ σε πρὸς ἄμυναν ἐπίκουρον προσκαλούμενοι.
Καὶ ἡμῖν οὖν τοῖς πίστει σου τὴν προσηγορίαν ἀγαπῶσι καὶ τιμῶσι καὶ δι’ αἰδοῦς ἄγουσι, καὶ τῇ ἀντιληπτικῇ σου προσφεύγοντας πρεσβείᾳ, γένοιο, ὦ ἀθλοφόρε Βαρβάρα, καὶ καλλίνικε ἀοίδιμε, καὶ ἀείμνηστε, καὶ πανεύφημε μάρτυς, καὶ ἐννομοτάτη ἀθλήτρια, τῆς τῶν οὐρανῶν βασιλείας πρόξενος, καὶ ἐν πάσῃ λυπηρᾷ συμβάσει ὑπέρμαχος, καὶ πρέσβυς ἀκαταίσχυντος πρὸς τὸν πανάγαθον Χριστὸν τὸν Θεὸν ἡμῶν, μεθ’οὗ τῷ ἀνάρχῳ καὶ ζωαρχικῷ Πνεύματι δόξα, τιμὴ καὶ προσκύνησις, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων Ἀμήν».
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις,
ὁ Θεός, ἐλέησον, καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ΠΗΓΗ: Ἐκ τοῦ Ἐγκωμίου τοῦ Ἀγίου Ἰωάννου τοῦ Δαμασκηνοῦ, εἰς τὴν ἔνδοξον τοῦ Χριστοῦ Μάρτυρα Βαρβάραν, ἀποσπάσματα», Migne, P.G. τόμ. 96, σ. 702-814.
Κοντάκιον. Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ
Τῷ ἐν Τριάδι εὐσεβῶς ὑμνουμένῳ, ἀκολουθήσασα σεμνὴ Ἀθληφόρε, τὰ τῶν εἰδώλων ἔλιπες σεβάσματα, μέσον δὲ τοῦ σκάμματος, ἐναθλοῦσα Βαρβάρα, τυράννων οὐ κατέπτηξας, ἀπειλὰς ἀνδρειόφρον, μεγαλοφώνως μέλπουσα ἀεί΄ Τριάδα σέβω τὴν μίαν θεότητα.
Δόξα Πατρί… Ἦχος πλ. β’. Ἰωάννου Μοναχοῦ
Ἀθλητικὴν ὁδεύσασα ὁδόν, προγονικὴν ἐξέφυγες βουλήν, Βαρβάρα πανσεβάσμιε, καὶ ὡς μὲν Παρθένος φρονίμη, λαμπαδηφόρος εἰσῆλθες, εἰς τὰς αὐλὰς τοῦ Κυρίου σου, ὡς δὲ Μάρτυς ἀνδρεία, χάριν ἔλαβες ἰατρεύειν, τῆς σαρκὸς σαθρὰν λύμην, Ἀλλὰ καὶ ἡμᾶς τοὺς ἀνυμνοῦντάς σε, ψυχικῶν ἀλγηδόνων ἐκλύτρωσαι, ταῖς πρὸς Θεὸν ἱκεσίαις σου.
Ἐκ τῆς Ἱερᾶς Μονῆς