Παρθένε Δέσποινα Θεοτόκε, ἡ τὸν Θεὸν Λόγον κατὰ σάρκα γεννήσασα, οἶδα μέν, οἶδα, ὅτι οὐκ ἔστιν εὐπρεπές, οὐδὲ ἄξιον ἐμὲ τὸν οὕτω πανάσωτον εἰκόνα καθαρὰν σοῦ τῆς ἁγνῆς, σοῦ τῆς ἀειπαρθένου, σοῦ τῆς σῶμα καὶ ψυχὴν ἐχούσης καθαρὰ καὶ ἀμόλυντα, ὀφθαλμοῖς μεμολυσμένοις ὁρᾶν καὶ χείλεσιν ἀκαθάρτοις καὶ βεβήλοις περιπτύσσεσθαι, ἢ παρακαλεῖν… Δέξαι μου τὴν παροῦσαν τῶν πολλῶν καὶ χαλεπῶν πταισμάτων ἐξομολόγησιν, καὶ προσάγαγε τῷ μονογενεῖ σου Υἱῷ καὶ Θεῷ, ἱκετηρίαν ποιοῦσα, ὅπως ἵλεως γένηται τῇ ἀθλίᾳ καὶ ταλαιπώρῳ μου ψυχῇ· διὰ γὰρ τὸ πλῆθος τῶν ἀνομιῶν μου κωλύομαι τοῦ πρὸς αὐτὸν ἀτενίσαι καὶ αἰτῆσαι συγχώρησιν...
Ἐλέησόν μου τὴν ταπείνωσιν, οἰκτείρησόν μου τὴν ἀσθένειαν. Μεγάλην ἔχεις πρὸς τὸν ἐκ σοῦ τεχθέντα τὴν παρρησίαν, ὡς οὐδεὶς ἕτερος. Πάντα δύνασαι, ὡς Θεοῦ Μήτηρ. Πάντα ἰσχύεις, ὡς πάντων ὑπερέχουσα κτισμάτων. Οὐδέν σοι ἀδυνατεῖ, ἐὰν θελήσῃς μόνον. Μὴ τὰ δάκρυά μου παρίδῃς· μὴ βδελύξῃ μου τὸν στεναγμόν· μὴ ἀπώσῃ μου τὸν ἐγκάρδιον πόνον· μὴ καταισχύνῃς μου τὴν εἰς σὲ προσδοκίαν· ἀλλὰ ταῖς μητρικαῖς σου δεήσεσι τὴν τοῦ ἀγαθοῦ Υἱοῦ καὶ Θεοῦ σου ἀβίαστον βιασαμένη εὐσπλαγχνίαν, ἀξίωσόν με τὸν ταλαίπωρον καὶ ἀνάξιον δοῦλόν σου τὸ πρῶτον καὶ ἀρχαῖον ἐπαναλαβεῖν κάλλος τῆς ψυχῆς, τὴν τῶν παθῶν ἀμορφίαν ἀποβαλεῖν, ἐλευθερωθῆναι ἀπὸ τῆς ἁμαρτίας, δουλωθῆναι τῇ δικαιοσύνῃ, ἐκδύσασθαι τὸν μιασμὸν τῆς σαρκικῆς ἡδονῆς, ἐνδύσασθαι τὸν ἁγιασμὸν τῆς ψυχικῆς καθαρότητος, νεκρωθῆναι τῷ κόσμῳ, ζῆσαι τῇ ἀρετῇ· ὁδοιποροῦντί μοι συνοδεύουσα, ἐν θαλάσσῃ πλέοντι συμπλέουσα, ἀεὶ πολεμοῦντάς με δαίμονας νικῶσα, ἀγρυπνοῦντά με ἐνισχύουσα, ὑπνοῦντα διαφυλάττουσα, θλιβόμενον παραμυθουμένη, ὀλιγοψυχοῦντα παρακαλοῦσα, ἀσθενοῦντα ῥωννύουσα, ἀδικούμενον ῥυομένη, συκοφαντούμενον ἀθωοῦσα, εἰς θάνατον κινδυνεύοντα συντόμως προφθάνουσα, φοβερόν με ὁρατοῖς ἐχθροῖς καὶ ἀοράτοις δεικνύουσα καθ᾿ ἑκάστην, ἵνα γνώσωσι πάντες οἱ ἀδίκως τυραννοῦντές με δαίμονες τίνος δοῦλος ὑπάρχω…
Δός μοι καιρὸν μετανοίας καὶ λογισμὸν ἐπιστροφῆς. Αἰφνιδίου με ἐλευθέρωσον θανάτου. Κατακεκριμένου με συνειδότος ἀπάλλαξον. Τέλος παράστηθί μοι ἐν τῷ χωρισμῷ τῆς ταπεινῆς μου ψυχῆς ἐκ τοῦ ἀθλίου τούτου σώματος, τὴν ἀφόρητον ἐκείνην ἐλαφρύνουσα βίαν, τὸν ἀνέκφραστον ἐκεῖνον ἐπικουφίζουσα πόνον, τὴν ἀπαραμύθητον ἐκείνην παραμυθουμένη στενοχωρίαν, τῆς σκοτεινῆς με τῶν δαιμόνων λυτρουμένη μορφῆς, τοῦ πικροτάτου λογοθεσίου τῶν τελωνῶν τοῦ ἀέρος καὶ τῶν ἀρχόντων τοῦ σκότους ἐξαίρουσα, τὰ χειρόγραφα τῶν πολλῶν μου ἁμαρτιῶν διαρρήσουσα, τῷ Θεῷ με οἰκειοῦσα, τῆς ἐκ δεξιῶν αὐτοῦ καὶ μακαρίας στάσεως, τῆς ἐν τῷ φοβερῷ κριτηρίῳ, καταξιοῦσα, τῶν αἰωνίων καὶ ἀνυποίστων ῥυομένη κολάσεων, τῶν ἀοιδίμων καὶ ἀκηράτων ἀγαθῶν ποιοῦσα κληρονόμον.
Ταύτην σοι προσφέρω τὴν ἐξομολόγησιν, Δέσποινα Θεοτόκε, τὸ φῶς τῶν ἐσκοτισμένων μου ὀφθαλμῶν, ἡ παραμυθία ἐμῆς ψυχῆς, ἡ μετὰ Θεόν μου ἐλπὶς καὶ προστασία· ἣν εὐμενῶς πρόσδεξαι, καὶ καθάρισόν με ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἀξιοῦσά με ἐν τῷ παρόντι αἰῶνι ἀκατακρίτως μετέχειν τοῦ ἀχράντου σώματος καὶ αἵματος τοῦ Υἱοῦ καὶ Θεοῦ σου, ἐν τῷ μέλλοντι δὲ τῆς γλυκύτητος τοῦ οὐρανίου δείπνου, τῆς τρυφῆς τοῦ παραδείσου, τῆς βασιλείας τοῦ Θεοῦ, ἔνθα πάντων ἐστὶν εὐφραινομένων ἡ κατοικία. Καὶ τούτων τυχὼν τῶν ἀγαθῶν ὁ ἀνάξιος, δοξάσω εἰς αἰῶνα αἰῶνος τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομα τοῦ Υἱοῦ καὶ Θεοῦ σου, τοῦ δεχομένου πάντας τοὺς ἐξ ὅλης μετανοοῦντας ψυχῆς, διὰ τὸ σὲ γενομένην πάντων τῶν ἁμαρτωλῶν μεσῖτιν καὶ ἐγγυήτριαν, καὶ διὰ σοῦ, πανύμνητε καὶ ὑπεράγαθε Δέσποινα, περισῴζεται πᾶσα βροτεῖα φύσις, αἰνοῦσα καὶ εὐλογοῦσα Πατέρα καὶ Υἱὸν καὶ Ἅγιον Πνεῦμα, τὴν παναγίαν Τριάδα καὶ ὁμοούσιον, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
«Πρεσβεία θερμή, καί τεῖχος ἀπροσμάχητον· ἐλέους πηγή, τοῦ κόσμου καταφύγιον· ἐκτενῶς βοῶμεν σοί, Θεοτόκε Δέσποινα, προφθασον· καί ἐκ κινδύνων λύτρωσαι ἠμᾶς· ἡ μόνη ταχέως προστατεύουσα.»
Ἐκ τῆς Ἱερᾶς Μονῆς