Ὦ Δέσποινα, Θεόνυμφε Κόρη, Ἄλοχε Μήτηρ, Ἀπείρανδρε Τροφέ τοῦ Θεοῦ Λόγου, θαύμα ὑπερφυέστατον φύσεως, οὐράνιε σκηνή τοῦ Ὑψίστου, ὑπέρτατέ τῆς ἀρετῆς κορυφή, ἄπλετον πέλαγος τοῦ ἐλέους, ἀνεξάντλητον πέλαγος τῆς εὐσπλαχνίας…
Βάθος δυσθεώρητον μυστηρίων δυσλήπτων, δοχεῖον θεότευκτον τοῦ ὑπερουσίου προβλήματος, Πανύμνητε Θεοτόκε Μαρία, ἐπάκουσον ἡμῶν τῶν οἰκτρῶν δεομένων σου καί ἡ καθαρότης τῆς ἀκηράτου παρθενίας σου ἄς καθαρίση τάς ἐσπιλωμένας ἡμῶν ψυχάς, ὁ ἄφθορος καί σωτήριος τόκος σου μή ἀποξενώση τήν σωτηρίαν ἀπό τούς λατρευτάς σου, τήν ὁποίαν αὐτήν σωτηρίαν ἐβράβευσε πλουσίως εἰς τήν ἄπειρον πληθύν τῶν πιστῶς Αὐτόν προσκυνούντων.
Παρακαλοῦμεν ἐκτενῶς, ὦ Δέσποινα Θεόνυμφε, σκέπε, φρούρει καί διαφύλαττε ἡμᾶς τούς εὐτελεῖς οἰκέτας σου καί πάντας τούς Ὀρθοδόξους χριστιανούς, τούς μετ’ εὐλαβείας προσκυνοῦντας καί ἀσπαζομένους τόν ἱερό χαρακτῆρα τῆς πανσέπτου εἰκόνος ταύτης, δι’ αἰσθητῶν μέν χειλέων ἐδῶ εἰς τήν γῆν καί διά νοητῶν ἐσένα τήν Ὑπερευλογημένην Μητέρα τοῦ Μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ εἰς τούς οὐρανούς.
Ὅθεν καί ἐκ μέρους πάντων σου δεόμεθα καί σέ παρακαλοῦμεν νά διατηρῆς ἄβλαβον καί ἀνωτέραν τῶν ἐναντίων ἐχθρῶν τήν σήν ποίμνην καί κληρούχους πάντας ἀναδείξον ταῆς δόξης τοῦ ἀφθόρου σου τόκου καί τῆς γλυκείας αὐτοῦ ἐλλάμψεως καταξίωσον. Μεθ’ οὗ τῷ Πατρί δόξα, τιμή καί μεγαλοπρέπεια σύν τῷ Ἁγίω Πνεύματι εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ἆσμα ἀσμάτων, Δέσποινα Παναγία,
Γένους ἀνθρώπων, σκέπη καί προστασία,
Ὡς παρ’ ἀγγέλου, ὕμνον ἐπάξιον σοί,
Οὕτω τόν λόγον, δέξαι παρ’ ἱκετών σου.
Ἄξιον γάρ σέ, μακαρίζειν τήν μόνην,
Θεοῦ Μητέρα, τήν Κεχαριτωμένην.
Ἕτεροι στίχοι:
Τόν κοπιάσαντα καί γράψαντα φύλαττε Θεοτόκε
ὡς πολλήν ἔχουσα πρός Υἱόν σου παρρησίαν
ὑμνηπόλος σου σός ραψωδός ἀχρεῖος
Ναθαναήλ ἐλάχιστος Ζωγραφίτης.
Μοναχῶν Σεραφείμ καὶ Ναθαναήλ τῶν Ἁγιορειτῶν –
Ἀπό τό περιοδικό «Πρωτάτο»
Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον,
τὴν ἀειμακάριστον καὶ παναμώμητον,
καὶ μητέρα τοῦ Θεοῦ ἠμῶν.
Τὴν τιμιωτέραν τῶν Χερουβείμ
καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ
τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν,
τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Σύναξη της Παναγίας «Άξιον Εστί»
Ἀπολυτίκιον Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Τῇ σεπτῇ σου Εἰκόνι Γαβριὴλ ὁ Ἀρχάγγελος, καταπτὰς ἐν σχήματι ξένῳ, τὴν ᾠδήν σοι ἀνέμελψεν, Ἄξιόν ἐστιν ὡς ἀληθῶς, τὴν μόνην μακαρίζειν σε Ἁγνή, ὡς Μητέρα τοῦ τῶν ὅλων Δημιουργοῦ, καὶ σώζουσαν τοὺς κράζοντας· δόξα τοῖς θαυμασίοις σου Ἁγνή, δόξα τοῖς μεγαλείοις σου, δόξα τῇ πρὸς ἡμᾶς σου προνοίᾳ Ἄχραντε.
Ἐκ τῆς Ἱερᾶς Μονῆς