Ἡ ὑμνογραφία τῆς Ἀκολουθίας τοῦ Ὄρθρου τῆς Μεγάλης Πέμπτης εἶναι πλουσιώτατη. Ὁ ὑμνογράφος ἱερός Κοσμᾶς ὁ ἐπίσκοπος Μαϊουμᾶ (ἀραβικά ἡ Γάζα), ἐνῶ γιά τίς ἄλλες δύο ἡμέρες τῆς Μεγάλης Ἑβδομάδας ἔγραφε Τριώδια (δηλαδή μικρότερους Κανόνες), γιά τήν Μεγάλη Πέμπτη ἔγραψε ὁλόκληρο Κανόνα. Ἀπό τίς ὀκτώ ὠδές τοῦ Κανόνα αὐτοῦ τέσσαρες ἀναφέρονται στόν Μυστικό Δεῖπνο (α’, γ’, δ’ καί θ’), δύο στόν Νιπτήρα καί τήν σχετική διδασκαλία τοῦ Κυρίου (ε’ καί στ’) καί δύο στήν Προδοσία (ζ’ καί η’).
Τά ἰδιόμελα τῶν Αἴνων καί τῶν Ἀποστίχων ἀναφέρονται κυρίως στίς ἀποφάσεις τοῦ Συνεδρίου τῶν Ἰουδαίων καί τίς ἐνέργειες τοῦ Ἰούδα, τίς ὁποῖες κακίζουν καί στηλιτεύουν, ἀποκαλῶντας τον «γέννημα ἐχιδνῶν». Ὡραιότατα εἶναι τά δύο Δοξαστικά: α) τῶν Αἴνων «Ὅν ἐκήρυξεν ἀμνόν Ἡσαΐας», στό ὁποῖο προλέγονται τά Παθήματα τοῦ Κυρίου μέ βάση τίς Προφητεῖες τοῦ Ἡσαΐα, καί β) τῶν Ἀποστίχων «Μυσταγωγῶν σου, Κύριε, τούς μαθητάς» τό ὁποῖο παραπέμπει στό Μυστήριο τῆς Θείας Κοινωνίας, παρουσιάζοντας τήν ἕνωση τοῦ Χριστοῦ μέ τούς μαθητές καί τούς πιστούς μέσα στήν Ἐκκλησία σάν τήν ἕνωση τῶν κλάδων τοῦ ἀμπελιοῦ μέ τόν κεντρικό κορμό του.
Δόξα Πατρὶ..Καὶ νῦν… Ἦχος πλ. β’
Γέννημα ἐχιδνῶν, ἀληθῶς ὁ Ἰούδας, φαγόντων τὸ Μάννα ἐν τῇ ἐρήμῳ, καὶ γογγυζόντων κατὰ τοῦ τροφέως, ἔτι γὰρ τῆς βρώσεως οὔσης ἐν τῷ στόματι αὐτῶν, κατελάλουν τοῦ Θεοῦ οἱ ἀχάριστοι, καὶ οὗτος ὁ δυσσεβής, τὸν οὐράνιον Ἄρτον, ἐν τῷ στόματι βαστάζων, κατὰ τοῦ Σωτῆρος τὴν προδοσίαν εἰργάσατο. Ὢ γνώμης ἀκορέστου, καὶ τόλμης ἀπανθρώπου! τὸν τρέφοντα ἐπώλει, καὶ ὃν ἐφίλει Δεσπότην, παρεδίδου εἰς θάνατον, ὄντως ἐκείνων υἱὸς ὁ παράνομος, καὶ σὺν αὐτοῖς τὴν ἀπώλειαν ἐκληρώσατο. Ἀλλὰ φεῖσαι Κύριε, τοιαύτης ἀπανθρωπίας τὰς ψυχὰς ἡμῶν, ὁ μόνος ἐν μακροθυμίᾳ ἀνείκαστος.
Ἰδιόμελον. Ἦχος β΄
Ὃν ἐκήρυξεν Ἀμνὸν Ἡσαΐας, ἔρχεται ἐπὶ σφαγὴν ἑκούσιον, καὶ τὸν νῶτον δίδωσιν εἰς μάστιγας, τὰς σιαγόνας εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπον οὐκ ἀπεστράφη, ἀπὸ αἰσχύνης ἐμπτυσμάτων, θανάτῳ δὲ ἀσχήμονι καταδικάζεται, πάντα ὁ ἀναμάρτητος ἑκουσίως καταδέχεται, ἵνα πᾶσι δωρήσηται τὴν ἐκ νεκρῶν ἀνάστασιν.
Ἰδιόμελον. Ἦχος πλ. α’
«Μυσταγωγῶν σου, Κύριε, τοὺς μαθητάς, ἐδἰδασκες λέγων· Ὦ φίλοι, ὁρᾶτε, μηδεὶς ὑμᾶς χωρίσει μου φόβος· εἰ γὰρ πάσχω, ἀλλ’ ὑπὲρ τοῦ κόσμου. Μὴ οὖν σκανδαλίζεσθε ἐν ἐμοί· οὐ γὰρ ἦλθον διακονηθῆναι, ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχήν μου λύτρον ὑπὲρ τοῦ κόσμου. Εἰ οὖν ὑμεῖς φίλοι μου ἐστέ, ἐμὲ μιμεῖσθε· ὁ θέλων πρῶτος εἶναι ἔστω ἒσχατος· ὁ δεσπότης ὡς ὁ διάκονος· μείνατε ἐν ἐμοί, ἵνα βότρυν φέρητε· ἐγὼ γάρ εἰμι τῆς ζωῆς ἡ ἄμπελος».
Ἐκ τῆς Ἱερᾶς Μονῆς