Δια το Νέον Έτος 2021 ευχόμαστε ΧΡΟΝΙΑ ΠΟΛΛΑ,
πνευματικά, ειρηνικά, ευάρεστα στον Θεό Πατέρα μας!
Ας προσφέρουμε στον Ενανθρωπήσαντα Χριστό μας, όπως οι Μάγοι τα δώρα: τον χρυσό της Αγάπης, το λιβάνι της Πίστεως και τα σμύρνα της Ελπίδος. Είναι η καλύτερη πνευματική παρακαταθήκη, για να αντιμετωπίσουμε τα επερχόμενα γεγονότα, «ἀφορῶντες εἰς τόν τῆς Πίστεως ἀρχηγόν καί τελειωτήν Ἰησοῦν» (Ἑβρ. ιβ', 2).
Διότι η Αγάπη προς τον Θεό και τους ανθρώπους προσδίδει την παρρησία και την αφοβία, «ἡ ἀγάπη ἔξω βάλλει τὸν φόβον» (Α’ Ἰωάν. δ’ 17). Η Πίστη εμπιστεύεται στον Κύριο και Θεό «Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή, ὁ πιστεύων εἰς ἐμέ, κἄν ἀποθάνη, ζήσεται» (Ἰωάν.11:25). «Ἡ δὲ ἐλπὶς οὐ καταισχύνει, ὅτι ἡ ἀγάπη τοῦ Θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ἡμῶν διὰ Πνεύματος Ἁγίου τοῦ δοθέντος ἡμῖν» (Ρωμ. ε΄,5). (=Και η ελπίδα τελικά δεν απογοητεύει. Μαρτυρεί γι’αυτό η Αγάπη του Θεού, με την οποία το Άγιο Πνεύμα που μας δόθηκε, γέμισε και ξεχείλισε τις καρδιές μας).
ΚΑΛΗ ΧΡΟΝΙΑ ΚΙ ΕΥΛΟΓΗΜΕΝΗ!
Εὐχή ἐπί τῷ νέῳ ἔτει
Κύριε ὁ Θεός ἡμῶν, ὁ καιρούς καί χρόνους ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ θέμενος, ὁ ἄναρχος καί ἀτελεύτητος καί ἐπέκεινα παντός χρόνου νοούμενός τε καί ὑπάρχων, ὁ πάσης ἐκτός μεταβολῆς τε τῶν ὄντων καί ἀλλοιώσεως, ὁ τόν πάντα χρόνον τόν τε γεγονότα, τόν τε ὄντα καί τόν ἐσόμενον πληρῶν, ὁ ἐν τῇ ἀφάτῳ σου μακροθυμίᾳ καταξιώσας ἡμᾶς εἰς νέον ἐνιαυτόν εἰσελθεῖν· αὐτός, πανάγαθε Δέσποτα, τήν εἴσοδον ταύτην τῇ θείᾳ σου χάριτι εὐλόγησον· ὄμβρους εἰρηνικούς πρός καρποφορίαν τῇ γῇ δώρησαι· τούς ἀέρας ὑγιεινούς καί εὐκράτους ἀνθρώποις τε καί κτήνεσι κατασκεύασον· δός ἡμῖν ἐν εἰρήνῃ καί ὁμονοίᾳ βεβαίᾳ τόν κύκλον αὐτοῦ διελθεῖν, τῷ στεφάνῳ τῆς δόξης τῶν ἀρετῶν κοσμουμένους, τῷ φωτί τῶν ἐντολῶν σου εὐσχημόνως ὡς ἐν ἡμέρᾳ καλῶς ὁδεύοντας.
Τήν ἁγίαν ἡμῶν Ἐκκλησίαν καλῶς διαφύλαξον· τό εὐσεβές ἡμῶν Ἔθνος τῇ δυνάμει σου κραταίωσον· τούς Ἄρχοντας ἡμῶν καί τόν Στρατόν τῇ κραταιᾷ σου χειρί στερέωσον καί κράτυνον.
Τήν νεότητα παιδαγώγησον, τό γῆρας περικράτησον, τούς ἐσκορπισμένους ἐπισυνάγαγε, τούς πεπλανημένους ἐπανάγαγε καί σύναψον τῇ ἁγίᾳ σου Ἐκκλησίᾳ.
Ἐλθέτω δή ἐφ’ ἡμᾶς ἡ βασιλεία σου, βασιλεία πάντων τῶν αἰώνων, βασιλεία χρηστότητος, δικαιοσύνης καί εἰρήνης καί ἀξίωσον ἡμᾶς ἐν ἑνί στόματι καί μιᾷ καρδίᾳ ὑμνεῖν σε καί δοξάζειν τόν ἐν Τριάδι ἄναρχον καί αἰώνιον Θεόν εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἐκ τῆς Ἱερᾶς Μονῆς