Ἐλθέ τό πάνσεπτον, τό παντουργόν, τό παντοκρατές Πνεῦμα, τό παντεπίσκοπον, τό ὑπερσοφόν, τό ὑπερδύναμον, τό παντοδύναμον, τό ἀναλλοίωτον, τό ἄτρεπτον, τό ἀπερίγραπτον, τό ἀκατανόητον, τό ἀνεξιχνίαστον, τό ἀπειροδύναμον, τό ἀπειρόδωρον, τό ἀπειράγαθον, τό πληρωτικόν παντός κόσμου κατά τήν οὐσίαν, ἀχώρητον δέ τῷ παντί κατά τήν δύναμιν, ἡ αὐτοζωή καί ἡ πηγή τῆς ζωῆς, ἡ αὐτοσοφία καί πηγή τῆς δυνάμεως, ὁ πανάγαθος καί πανοικτίρμων Θεός. Ἔλθε πάντων τῶν μελλόντων σωθῆναι ἡ ἀληθής σοφία. Ἔλθε ὁ μόνος πρός μόνον, ὅτι μόνος εἰμί ὡς ὁρᾶς. Ἐλθέ καί σκήνωσον ἐν ἐμοί καί καθάρισον μέ ἀπό πάσης προσβολῆς καί ἐπιβολῆς τοῦ ἀντικειμένου.
Εὐλογοῦμεν σέ, Παμβασιλεύ ὑπεράγαθε, ὅτι παρά σου ἔστιν ἐν ἠμίν τό εἶναι, τό ἀναπνεῖν, τό φρονεῖν, τό γιγνώσκειν Θεόν, σέ τό πανάγιον Πνεῦμα, καί τόν ἄναρχον Πατέρα, καί τόν μονογενῆ τούτου Υἱόν. Εὐλογοῦμεν σέ ὅτι ἔκ σού ἔστιν ἠμίν κατανοεῖν κάλλος οὐρανοῦ, ἡλίου δρόμον, σελήνης κύκλον, ἀστέρων εὐκοσμίαν καί τήν ἐν τούτοις πάσιν εὐαρμοστίαν τέ καί διάφορον κίνησιν. Εὐλογοῦμεν σέ, ὅτι ἔκ σού ἔστιν ἠμίν κατανοεῖν ὡρῶν ἐναλλαγήν, μεταβολᾶς καιρῶν, ἀλλοιώσεις ἀνέμων, ἐνιαυτῶν περιόδους. Εὐχαριστοῦμεν σοί, ὅτι ἔκ σοῦ ἔστιν ἡμῖν βασιλείαν οὐρανῶν ἐλπίζειν, Ἀγγέλων ἰσοτιμίαν, δόξης θεωρίαν, νῦν μέν ὡς ἐν ἐσόπτροις τέ καί αἰνίγμασι, μετ’ οὗ πολύ δέ τήν τελειοτέραν τέ καί καθαροτέραν. Εὐχαριστοῦμεν σοί, ὅτι Σύ παρέχεις ἡμῖν γεωργίας, τροφᾶς, τέχνας, νόμους, ἕξεις, ἀρετᾶς, παιδείας.
Ποία γλώσσα λαλήσει, Δέσποτα, τά μεγαλεῖα Σου, τά ὑπέρ λόγον καί ἔννοιαν μεγάλα καί θαυμαστά; Σύ γάρ καθαρότητος καί ἁγιότητος ἀένναος πηγή καί ἀκένωτος. Σοφίας τέ καί δυνάμεως ὑπερπληθύς ἄβυσσος ἄπειρος τέ καί ἀκατάληπτος, ζωῆς τέ καί ἀθανασίας ἀμέτρητον τέ καί ἀπεριόριστον πέλαγος, γνώσεως καί συνέσεως ἀκένωτος καί ἀμείωτος θησαυρός, ἀγαθωσύνης καί εὐσπλαγχνίας παγκόσμιον καί ἀκένωτον ταμεῖον καί ἀδαπάνητον…
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ. Ἦχος γ’. Ὁ οὐρανὸν τοῖς ἄστροις
Τὸ πανάγιον Πνεῦμα, τὸ προϊὸν ἐκ τοῦ Πατρός, καὶ δι’ Υἱοῦ ἐνδημῆσαν, τοῖς ἀγραμμάτοις Μαθηταῖς, τοὺς σὲ Θεὸν ἐπιγνόντας, σῶσον, ἁγίασον πάντας.
Φῶς ὁ Πατήρ, φῶς ὁ Λόγος, φῶς καὶ τὸ ἅγιον Πνεῦμα, ὅπερ ἐν γλώσσαις πυρίναις, τοῖς Ἀποστόλοις ἐπέμφθη, καὶ δι’ αὐτοῦ πᾶς ὁ κόσμος φωταγωγεῖται, Τριάδα σέβειν ἁγίαν.
Ἐκ τῆς Ἱερᾶς Μονῆς