Τῶν Ἁγίων ἐνδόξων καί πανευφήμων Ἀποστόλων
(Ματθ. θ´
36, ι´ 1-8)
Η Εκκλησία μας σήμερα εορτάζει τη Σύναξη των Αγίων ενδόξων και πανευφήμων Αποστόλων των Δώδεκα, και τη δήλωση όπως και πού έκαστος
αυτών εκήρυξε και ετελειώθη.
Οι Δώδεκα Απόστολοι είναι οι ιδρυτές της
Εκκλησίας του Χριστού και οι πρώτοι κήρυκες της Βασιλείας του Θεού. Κήρυξαν το
λόγο του Χριστού ως αυτόπτες μάρτυρες και συνεργάτες Του, υπήρξαν μιμητές Του
κι είναι αυτοί που θα κρίνουν τον κόσμο την ημέρα της Δευτέρας Παρουσίας.
Υμνήθηκαν από την Εκκλησία ως πύργοι
αλάξευτοι και στύλοι ασάλευτοι, άξιοι κήρυκες του Ευαγγελίου, διότι διέθεταν
πίστη και αγάπη φλογερή, υπομονή καρτερική και ταπείνωση ειλικρινή. Να
προσευχόμαστε στους Αγίους Απστόλους να μας διδάσκουν με το κήρυγμά τους να
ανοίξουμε την καρδιά μας στον Χριστό, διά της πίστεως και της μετανοίας.
Ταῖς τῶν Ἁγίων καὶ πανευφήμων Ἀποστόλων πρεσβείαις,
ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Ἦχος δ’. Ὁ ἐξ ὑψίστου κληθεὶς
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
Ἡ κορυφαία κρηπὶς τῶν Ἀποστόλων, τὰ πάντα
κατέλιπες καὶ ἠκολούθησας, τῷ Διδασκάλῳ βοῶν αὐτῷ, σὺν Σοὶ θανοῦμαι, ἵνα καὶ ζήσω τὴν μακαρίαν ζωήν. Διὸ μεμακάρισαι καὶ ἀναδέδειξαι, τῆς παμμεγίστου τῶν πόλεων, δόξα καὶ κλέος, καὶ Ἐκκλησίας, Πέτρε ἑδραίωμα, καὶ πύλαι,
ᾍδου οὐ κατίσχυσαν, ὄντως ταύτης Χριστὸς ὡς
προεφήτευσεν, ὃν ἱκέτευε
σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.

Ὁ ἐκ
κοιλίας μητρὸς ἀφωρισμένος, ὑλώδους
ἐμφάσεως, βάρος ἁπάσης
φυγῶν, ἀνεπτερώθης τῷ ἔρωτι,
ὄντως τῆς θείας, Παῦλε ἀγάπης
πρὸς ὕψος ἔνθεον, ἔνθα τὸν ὑπέρφωτον, γνόφον τοῦ θείου φωτός, ὑπεισελθὼν ὣς
τις ἄσαρκος, τὴν τῶν ἀῤῥήτων, κατεπλουτίσθης
ῥημάτων μύησιν, καὶ ἀπεστάλης τοῖς τυφλώττουσι, φῶς μηνύων Χριστὸν τόν Θεὸν ἡμῶν, ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.
Στίχ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.
Ὁ φῶς ὑπάρχων πρὸ πάντων τῶν αἰώνων, ὅτε κατηξίωσας πρὸς με τὸν ἄνθρωπον, ἐπιδημῆσαι δι’ ἄφατον, φιλανθρωπίαν, καὶ σάρξ γενέσθαι δι’ ἀγαθότητα, τότε φῶτα δεύτερα τῆς σῆς λαμπρότητος, καὶ ἀστραπῆς ἀποστίλβοντα, τοὺς Ἀποστόλους, καὶ μαθητάς σου Σῷτερ ἀνέδειξας, οἳ καὶ πεμφθέντες κτίσιν ἅπασαν, τῷ φωτί σου τῷ θείῳ κατηύγασαν, δυσωποῦντές σε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.
Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.
Πέτρε καὶ Παῦλε τοῦ Λόγου ἀροτῆρες, Ἀνδρέα, Ἰάκωβε, καὶ Ἰωάννη σοφέ, Βαρθολομαῖε καὶ Φίλιππε, Θωμᾶ, Ματθαῖε, Σίμων, Ἰούδα, θεῖε Ἰάκωβε, παγκόσμιε πάντιμε, τῶν Μαθητῶν δωδεκάς, οἱ ἐν τῷ κόσμω κηρύξαντες, τὴν παναγίαν, Τριάδα φύσει Θεὸν ἀΐδιον, τῆς Ἐκκλησίας οἱ ἀλάξευτοι, ὄντως πύργοι καὶ στύλοι ἀσάλευτοι, τῷ Δεσπότη τῶν ὅλων, ἱκετεύσατε σωθῆναι ἡμᾶς.
Ἐκ τῆς Ἱερᾶς Μονῆς