Μείζων δὲ πάντων ἡ ἀγάπη…

Ό Απόστολος Παύλος στην επιστολή του προς τους Κορινθίους
(Α΄Κορ. Ιβ΄27– ιγ΄13) εξυμνεί υπέροχα την τέλεια αγάπη με τα κύρια
χαρακτηριστικά της. Αυτήν την αγάπη εφήρμοσαν οι άγιοι Ανάργυροι και πλείστοι
άγιοι, οι οποίοι υπηρέτησαν αφιλοκερδώς τους συνανθρώπους τους με πνεύμα
ταπεινώσεως και διακονίας, μιμούμενοι την αέναη πηγή της Αγάπης του Σωτήρος
Χριστού.
«…῾Η ἀγάπη μακροθυμεῖ, χρηστεύεται ἡ ἀγάπη, οὐ ζηλοῖ, οὐ περπερεύεται, οὐ φυσιοῦται, οὐκ ἀσχημονεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακόν, οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ ἀληθείᾳ· πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει. ῾Η ἀγάπη οὐδέποτε ἐκπίπτει… νυνί δὲ μένει πίστις, ἐλπίς, ἀγάπη, τὰ τρία ταῦτα. Μείζων δέ τούτων ἡ ἀγάπη!»
Δόξα Πατρί… Ἦχος δ’
Πηγὴν ἰαμάτων ἔχοντες, Ἅγιοι Ἀνάργυροι, τὰς ἰάσεις παρέχετε πᾶσι τοῖς δεομένοις, ὡς μεγίστων δωρεῶν ἀξιωθέντες, παρὰ τῆς ἀενάου πηγῆς τοῦ Σωτῆρος Χριστοῦ. Φησὶ γὰρ πρὸς ὑμᾶς ὁ Κύριος, ὡς ὁμοζήλους τῶν Ἀποστόλων΄ Ἰδοὺ δέδωκα ὑμῖν τὴν ἐξουσίαν, κατὰ πνευμάτων ἀκαθάρτων, ὥστε αὐτὰ ἐκβάλλειν, καὶ θεραπεύειν πᾶσαν νόσον, καὶ πᾶσαν μαλακίαν. Διὸ τοῖς προστάγμασιν αὐτοῦ καλῶς πολιτευσάμενοι, δωρεὰν ἐλάβετε, δωρεὰν παρέχετε, ἰατρεύοντες τὰ πάθη τῶν ψυχῶν, καὶ τῶν σωμάτων ἡμῶν.
Ἐκ τῆς Ἱερᾶς Μονῆς