ΥΠΕΡΑΓΙΑ
ΘΕΟΤΟΚΕ ΣΩΣΟΝ ΗΜΑΣ
Χαίροις Εὐλογημένη ἁγνή, Γοργοϋπήκοε Παντάνασσα Δέσποινα· Πανάχραντε, Ἐλεοῦσα, Φανερωμένη σεμνή,
Κεχαριτωμένη Πορταΐτισσα· σεπτή Ὁδηγήτρια, Προυσιώτισσα ἄφθορε. Γλυκοφιλοῦσα, Σπηλαιώτισσα, Πάνσεμνε, Διασώζουσα, Θεοτόκε Πανάσπιλε, ἄχραντε Παναγία μου, τοῦ Ὄρους Γερόντισσα καὶ τῆς Ἑλλάδος ἁπάσης ἐλπίς, χαρά καὶ ἐντρύφημα. Χριστόν ἐκδυσώπει ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.
Χαίροις Παρθενομήτηρ ἁγνή, Εἰκοσιφοίνισσα, πανένδοξε Δέσποινα· Παντάνασσα Τριχεροῦσα, Παραμυθία σεμνή,
Κεχαριτωμένη Βηματάρισσα, σεπτή Ὁδηγήτρια, Κουκουζέλισσα ἄφθορε, Γλυκοφιλοῦσα. Οἰκονόμισσα πάναγνε, Μυροβλύτισσα, Θεοτόκε πανάσπιλε· Ἄχραντε Πορταΐτισσα, τοῦ Ἄθω Γερόντισσα καὶ ὀρθοδόξων ἁπάντων ἡ παντευλόγητος ἄνασσα. Χριστοῦ χαῖρε μήτηρ τοῦ παρέχοντος τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Χαίροις, ὦ Θεομήτορ ἁγνή, Ἐλευθερώτρια, Ἀμόλυντη Δέσποινα, Πανάχραντε Γρηγοροῦσα Καλυβιανή ἱερή, Κεχαριτωμένη
Κατερινιώτισσα· σεπτή Μυροβλύτισσα, Ἁγιασώτισσα ἄφθορε, Μεγαλομάνα, Ἁγίας Ἄννης τὸ βλάστημα, Ἀγγελόκτιστη, Θεοτόκε Γοργοπηγή. Ἄχραντε Μυρτιδιώτισσα, τοῦ Ὄρους Γερόντισσα καὶ τῆς Ἑλλάδος ἁπάσης κλέος, χαρά καὶ ἐντρύφημα· Χριστόν ἐκδυσώπει ταῖς ψυχάς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος!
«Χαίροις μετά Θεόν ἡ Θεός, τὰ δευτερεῖα τῆς Τριάδος ἡ ἔχουσα, ἀμέσως ἐκδεχομένη τὴν ἐκ Θεοῦ δωρεάν, τὸ πλήρωμα ὅλων καὶ εἰς ἅπαντας Ἀγγέλους, ἀνθρώπους τε τοῦτο διαπορεύουσα· Πατρός ἡ Νύμφη, τοῦ Υἱοῦ Μήτηρ ἄσπιλος, καὶ τοῦ Πνεύματος ναός ἅγιος, πάμφωτος. Τέλος τὸ σκοπιμότατον και ὕστερον Πάναγνε, δημιουργός ἁπάσης, δι’ ἧς ὁ κόσμος ἐγένετο, καὶ Σοῦ τῇ γεννήσει, ἡ αἰώνιος τοῦ Κτίστου Βουλή πεπλήρωται».
(Ἀνδρέου Κρήτης Ι. Μ. Ἰβήρων)
Τὸ
Δεκαπάρθενον. Τον τάφον σου Σωτήρ. Ἦχος α΄.
«Παρθένος ἀληθῶς πρὸ τοῦ τόκου Παρθένε, Παρθένος ἀληθῶς ἐν τῷ τόκῳ Παρθένε. Παρθένος ἀειπάρθενος μετά τόκον διέμεινας· καὶ Παρθένον Σε, ὁμολογοῦμεν Παρθένε καί ἐλπίζομεν ἐν Σοί Παρθένε σωθῆναι, Παρθένων τὸ καύχημα!»
{Μὴ λησμονεῖς τὸ Δεκαπάρθενον ἆσμα νὰ τὸ λέγεις καὶ νὰ τὸ διαδίδεις, ἵνα εὐαρεστήσεις τῷ Δεσπότη, ἀλλά καὶ τὸν ποιητήν του, τὸν χρυσορρόα Δαμασκηνόν, ὅστις τὸ ἐποίησε μὲ ὑψηλήν ἐκφαντορίαν καὶ συσχετισμόν τῶν 5 φρονίμων καὶ 5 μωρῶν, τῶν 10 παρθένων.}
Ἦχος δ΄.
Έδωκας σημείωσιν.
«Σὲ τὸ καθαρώτατον τοῦ Βασιλέως παλάτιον, δυσωπῶ Πολυύμνητε. Τὸν νοῦν μου καθάρισον τὸν ἐσκοτισμένον, πάσης ἁμαρτίας καὶ καταγώγιον τερπνόν τῆς Ὑπερθέου Τριάδος ποίησον. Ὅπως τὰ μεγαλεῖα Σου καὶ τὴν πολλήν ἀγαθότητα, μεγαλύνω σωζόμενος ὁ ἀχρεῖος ἱκέτης Σου.» (γιά καθαρούς λογισμούς)
Αγνή
Παρθένε Δέσποινα. Ἦχος πλ.α΄
Ἁγνὴ Παρθένα Δέσποινα, ἄχραντε Θεοτόκε, [Χαῖρε νύμφη ἀνύμφευτε]
Παρθὲνε μὴτηρ ἄνασσα, πανένδροσέ τε
πόκε. [Χαῖρε...]
Ὑψηλοτέρα οὐρανῶν ἀκτίνων λαμπροτέρα, [Χαῖρε...]
Χαρὰ παρθενικῶν χορῶν ἀγγέλων ὑπερτέρα. [Χαῖρε...]
Ἐκλαμπροτέρα οὐρανῶν, φωτὸς καθαρωτέρα, [Χαῖρε...]
Τῶν οὐρανίων στρατιῶν, πασῶν ἁγιωτέρα. [Χαῖρε...]
Μαρία ἀειπάρθενε κόσμου παντὸς Κυρία, [Χαῖρε...]
Ἄχραντε νύμφη πάναγνε, Δέσποινα Παναγία. [Χαῖρε...]
Μαρία νύμφη ἄνασσα, χαρᾶς ἡμῶν αἰτία, [Χαῖρε...]
Κόρη σεμνή, Βασίλισσα, Μήτηρ ὑπεραγία. [Χαῖρε...]
Τιμιωτέρα Χερουβίμ, ὑπερενδοξοτέρα, [Χαῖρε...]
Τῶν ἀσωμάτων Σεραφίμ, τῶν θρόνων ὑπερτέρα. [Χαῖρε...]
Χαῖρε τὸ ᾆσμα Χερουβίμ, χαῖρε ὕμνος ἀγγέλων, [Χαῖρε...]
Χαῖρε ᾠδὴ τῶν Σεραφίμ, χαρὰ τῶν ἀρχαγγέλων. [Χαῖρε...]
Χαῖρε εἰρήνη καὶ χαρά, λιμὴν τῆς σωτηρίας, [Χαῖρε...]
Παστὰς τοῦ Λόγου ἱερά, ἄνθος τῆς ἀφθαρσίας. [Χαῖρε...]
Χαῖρε παράδεισε τρυφῆς, ζωῆς τε αἰωνίας. [Χαῖρε...]
Χαῖρε τὸ ξύλον τῆς ζωῆς, πηγὴ ἀθανασίας. [Χαῖρε...]
Σὲ ἱκετεύω Δέσποινα, σὲ νῦν ἐπικαλοῦμαι. [Χαῖρε...]
Σὲ δυσωπῶ Παντάνασσα, σὴν χάριν ἐξαιτοῦμαι. [Χαῖρε...]
Κόρη σεμνὴ καὶ ἄσπιλε, Δέσποινα Παναγία, [Χαῖρε...]
Θερμῶς ἐπικαλοῦμαί σε, ναὲ ἡγιασμένε. [Χαῖρε...]
Ἀντιλαβοῦ μου, ρῦσαί με ἀπὸ τοῦ πολεμίου [Χαῖρε...]
Καὶ κληρονόμον δεῖξόν με ζωῆς τῆς αἰωνίου. [Χαῖρε...]
{Τον ύμνο «Ἁγνὴ Παρθένε Δέσποινα» συνέθεσε ο Άγιος
Νεκτάριος Αιγίνης τον 19ο αιώνα μ.Χ., όταν ήταν διευθυντής της Θεολογική Σχολής
στην Ριζάρειο της Αθήνας - Μελοποίηση
και απόδοση από τον χορό της Ιεράς Μονής Σιμωνόπετρας Αγίου Όρους}
Ἐκ τῆς Ἱερᾶς Μονῆς