
Ἀπολυτίκιον. Ἦχος δ’.
Ὡς τῶν Ἀποστόλων Πρωτόκλητος, καὶ τοῦ Κορυφαίου αὐτάδελφος, τὸν Δεσπότην τῶν ὅλων Ἀνδρέα ἱκέτευε, εἰρήνην τῇ οἰκουμένῃ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Μεγαλυνάριον
Χαίροις ὁ Πρωτόκλητος μαθητής
χαίροις σωφροσύνης καὶ ἀνδρείας στήλη λαμπρά,
χαίροις ὁ τοῦ πάθους κοινωνός τοῦ Κυρίου
Ἀπόστολε θεόπτα, Ἀνδρέα πάντιμε.
Δόξα Πατρί… Ἦχος δ’ Ἀνατολίου
Τὴν τῶν ἰχθύων ἄγραν, καταλιπὼν Ἀπόστολε, ἀνθρώπους σαγηνεύεις, καλάμῳ τοῦ κηρύγματος, χαλῶν ὥσπερ ἄγκιστρον, τῆς εὐσεβείας τὸ δέλεαρ, καὶ ἀνάγων ἐκ τοῦ βυθοῦ τῆς πλάνης, τὰ ἔθνη ἅπαντα, Ἀνδρέα Ἀπόστολε, τοῦ Κορυφαίου ὁμαίμων, καὶ τῆς οἰκουμένης ὑφηγητὰ διαπρύσιε, πρεσβεύων μὴ ἐλλίπῃς ὑπὲρ ἡμῶν, τῶν ἐν πίστει καὶ πόθῳ εὐφημούντων πανεύφημε, τὴν ἀεισέβαστον μνήμην σου.
Ἅγιε Ἀπόστολε τοῦ Χριστοῦ πρέσβευε ὑπέρ ἡμῶν.
Ἐκ τῆς Ἱερᾶς Μονῆς